Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.240 Joseph. AJ 7.245 (English) >>Joseph. AJ 7.250

7.243

Ἔστησε δʼ Ἀψάλωμος ἐν τῇ κοιλάδι τῇ βασιλικῇ στήλην λίθου μαρμαρίνου δύο σταδίους ἀπέχουσαν Ἱεροσολύμων, ἣν προσηγόρευσεν ἰδίαν χεῖρα λέγων, ὡς καὶ τῶν τέκνων αὐτοῦ διαφθαρέντων ἐν τῇ στήλῃ μενεῖ τὸ ὄνομα· τέκνα γὰρ ἦν αὐτῷ τρία μὲν ἄρρενα, θυγάτηρ δὲ μία Θωμάρα τοὔνομα, ὡς προειρήκαμεν. 7.244συνοικησάσης δʼ αὐτῆς τῷ Σολόμωνος υἱῷ Ῥοβοάμῳ γίνεται παῖς διαδεξάμενος τὴν βασιλείαν Ἀβίας. καὶ περὶ μὲν τούτων ἐν ὑστέροις οἰκειότερον τῇ ἱστορίᾳ δηλώσομεν. μετὰ δὲ τὴν Ἀψαλώμου τελευτὴν μὲν λαὸς εἰς τὰ οἰκεῖα διεσπάρη. 7.245

Ἀχιμᾶς δὲ Σαδώκου τοῦ ἀρχιερέως υἱὸς Ἰωάβῳ προσελθὼν ἐδεῖτο αὐτοῦ τὴν νίκην ἐπιτρέψαι πορευθέντι Δαυίδῃ μηνῦσαι, καὶ ὅτι τῆς παρὰ τοῦ θεοῦ βοηθείας ἔτυχε καὶ προνοίας εὐαγγελίσασθαι. 7.246καὶ τὸν μέν, οὐ προσήκειν εἰπὼν αὐτῷ καλῶν ἄγγελον ἀεὶ γεγενημένον νῦν ἀπιέναι δηλώσοντα θάνατον τῷ βασιλεῖ τοῦ παιδὸς αὐτοῦ, μένειν ἠξίου, καλέσας δὲ τὸν Χουσὶν ἐκείνῳ προσέταξε τὸ ἔργον, ἵνʼ ὅπερ αὐτὸς εἶδε τοῦτο μηνύσειε τῷ βασιλεῖ. 7.247τοῦ δʼ Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.240 Joseph. AJ 7.245 (English) >>Joseph. AJ 7.250

Powered by PhiloLogic